8 Μαΐου -
Ἀπολυτίκιον
Ἦχος α΄. Τῆς ἐρήμου πολίτης
Τοῦ Σωτῆρος τὸ κάλλος ἐκ ψυχῆς ἀγαπήσασα,
καλλιπάρθενε κόρη, Καλλιόπη πανεύφημε,
ἠγώνισαι στερρῶς ὑπὲρ αὐτοῦ,
καὶ δόξης ἠξιώθης θεϊκῆς·
διὰ τοῦτό σου τὴν μνήμην τὴν ἱεράν,
τιμῶμεν ἐκβοῶντές σοι,
δόξα τῷ δεδωκότι σοι ἱσχύν,
δόξα τῷ σὲ στεφανώσαντι,
δόξα τῷ χορηγοῦντι διὰ σοῦ, ἠμῖν πταισμάτων ἄφεσιν.